ΤΟ ΚΑΛΥΤΕΡΟ ΚΑΙ ΤΟ ΧΕΙΡΟΤΕΡΟ ΠΟΛΙΤΕΥΜΑ, ΑΡΙΣΤΟΤΕΛΗΣ ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ
Κάθε Τετάρτη ώρα 7μμ μαθήματα αρχαίας ελληνικής Φιλοσοφίας μέσω ΖΟΟΜ Περισσότερες πληροφορίες http://www.georgecharalampidis.gr [X] Πολιτείας δ᾽ ἐστὶν εἴδη τρία, ἴσαι δὲ καὶ παρεκβάσεις, οἷον φθοραὶ τούτων. εἰσὶ δ᾽ αἱ μὲν πολιτεῖαι βασιλεία τε καὶ ἀριστοκρατία, τρίτη δὲ ἀπὸ τιμημάτων, ἣν τιμοκρατικὴν λέγειν οἰκεῖον φαίνεται, πολιτείαν δ᾽ αὐτὴν εἰώθασιν οἱ πλεῖστοι καλεῖν. τούτων δὲ βελτίστη μὲν ἡ βασιλεία, χειρίστη δ᾽ ἡ τιμοκρατία. παρέκβασις δὲ βασιλείας [1160b] μὲν τυραννίς· ἄμφω γὰρ μοναρχίαι, διαφέρουσι δὲ πλεῖστον· ὁ μὲν γὰρ τύραννος τὸ αὑτῷ συμφέρον σκοπεῖ, ὁ δὲ βασιλεὺς τὸ τῶν ἀρχομένων. οὐ γάρ ἐστι βασιλεὺς ὁ μὴ αὐτάρκης καὶ πᾶσι τοῖς ἀγαθοῖς ὑπερέχων· ὁ δὲ τοιοῦτος οὐδενὸς προσδεῖται· τὰ ὠφέλιμα οὖν αὑτῷ μὲν οὐκ ἂν σκοποίη, τοῖς δ᾽ ἀρχομένοις· ὁ γὰρ μὴ τοιοῦτος κληρωτὸς ἄν τις εἴη βασιλεύς. ἡ δὲ τυραννὶς ἐξ ἐναντίας ταύτῃ· τὸ γὰρ ἑαυτῷ ἀγαθὸν διώκει. καὶ φανερώτερον ἐπὶ ταύτης ὅτι χειρίστη· κάκιστον δὲ τὸ ἐναντίον τῷ βελτίστῳ. Μεταβαίνει δ᾽ ἐκ βασιλείας εἰς τυραννίδα· φαυλότης γάρ ἐστι μοναρχίας ἡ τυραννίς, ὁ δὲ μοχθηρὸς βασιλεὺς τύραννος γίνεται. ἐξ ἀριστοκρατίας δὲ εἰς ὀλιγαρχίαν κακίᾳ τῶν ἀρχόντων, οἳ νέμουσι τὰ τῆς πόλεως παρὰ τὴν ἀξίαν, καὶ πάντα ἢ τὰ πλεῖστα τῶν ἀγαθῶν ἑαυτοῖς, καὶ τὰς ἀρχὰς ἀεὶ τοῖς αὐτοῖς, περὶ πλείστου ποιούμενοι τὸ πλουτεῖν· ὀλίγοι δὴ ἄρχουσι καὶ μοχθηροὶ ἀντὶ τῶν ἐπιεικεστάτων. ἐκ δὲ τιμοκρατίας εἰς δημοκρατίαν· σύνοροι γάρ εἰσιν αὗται· πλήθους γὰρ βούλεται καὶ ἡ τιμοκρατία εἶναι, καὶ ἴσοι πάντες οἱ ἐν τῷ τιμήματι. ἥκιστα δὲ μοχθηρόν ἐστιν ἡ δημοκρατία· ἐπὶ μικρὸν γὰρ παρεκβαίνει τὸ τῆς πολιτείας εἶδος. μεταβάλλουσι μὲν οὖν μάλισθ᾽ οὕτως αἱ πολιτεῖαι· ἐλάχιστον γὰρ οὕτω καὶ ῥᾷστα μεταβαίνουσιν. ὁμοιώματα δ᾽ αὐτῶν καὶ οἷον παραδείγματα λάβοι τις ἂν καὶ ἐν ταῖς οἰκίαις. ἡ μὲν γὰρ πατρὸς πρὸς υἱεῖς κοινωνία βασιλείας ἔχει σχῆμα· τῶν τέκνων γὰρ τῷ πατρὶ μέλει· ἐντεῦθεν δὲ καὶ Ὅμηρος τὸν Δία πατέρα προσαγορεύει· πατρικὴ γὰρ ἀρχὴ βούλεται ἡ βασιλεία εἶναι. ἐν Πέρσαις δ᾽ ἡ τοῦ πατρὸς τυραννική· χρῶνται γὰρ ὡς δούλοις τοῖς υἱέσιν. τυραννικὴ δὲ καὶ ἡ δεσπότου πρὸς δούλους· τὸ γὰρ τοῦ δεσπότου συμφέρον ἐν αὐτῇ πράττεται. αὕτη μὲν οὖν ὀρθὴ φαίνεται, ἡ Περσικὴ δ᾽ ἡμαρτημένη· τῶν διαφερόντων γὰρ αἱ ἀρχαὶ διάφοροι. ἀνδρὸς δὲ καὶ γυναικὸς ἀριστοκρατικὴ φαίνεται· κατ᾽ ἀξίαν γὰρ ὁ ἀνὴρ ἄρχει, καὶ περὶ ταῦτα ἃ δεῖ τὸν ἄνδρα· ὅσα δὲ γυναικὶ ἁρμόζει, ἐκείνῃ ἀποδίδωσιν. ἁπάντων δὲ κυριεύων ὁ ἀνὴρ εἰς ὀλιγαρχίαν μεθίστησιν· παρὰ τὴν ἀξίαν γὰρ αὐτὸ ποιεῖ, καὶ [1161a] οὐχ ᾗ ἀμείνων. ἐνίοτε δὲ ἄρχουσιν αἱ γυναῖκες ἐπίκληροι οὖσαι· οὐ δὴ γίνονται κατ᾽ ἀρετὴν αἱ ἀρχαί, ἀλλὰ διὰ πλοῦτον καὶ δύναμιν, καθάπερ ἐν ταῖς ὀλιγαρχίαις. τιμοκρατικῇ δ᾽ ἔοικεν ἡ τῶν ἀδελφῶν· ἴσοι γάρ, πλὴν ἐφ᾽ ὅσον ταῖς ἡλικίαις διαλλάττουσιν· διόπερ ἂν πολὺ ταῖς ἡλικίαις διαφέρωσιν, οὐκέτι ἀδελφικὴ γίνεται ἡ φιλία. δημοκρατία δὲ μάλιστα μὲν ἐν ταῖς ἀδεσπότοις τῶν οἰκήσεων (ἐνταῦθα γὰρ πάντες ἐξ ἴσου), καὶ ἐν αἷς ἀσθενὴς ὁ ἄρχων καὶ ἑκάστῳ ἐξουσία.

Ο Λάκης Λαζόπουλος, μιλάει για όλους και για όλα στις "Αντιθέσεις"

🎙️ΑΡΙΣΤΟΤΕΛΗΣ ΠΟΛΙΤΙΚΑ Η Ιστορία της Δυτικής Φιλοσοφίας

Αριστοτέλους ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ, Βιβλίο Θ. Η φιλία και τα είδη αυτής – Ευαγγελία Μαραγγιανού

Μ. Μελετόπουλος: Μέχρις εσχάτων ο πόλεμος στη Μέση Ανατολή

ΣΤΩΙΚΟΙ ΚΑΙ ΕΠΙΚΟΥΡΕΙΟΙ / ΑΡΕΤΗ 'Η ΑΤΑΡΑΞΙΑ

Η ΙΔΙΑΙΤΕΡΟΤΗΤΑ ΤΟΥ ΕΛΛΗΝΙΚΟΥ ΧΩΡΟΥ ΚΑΙ ΤΩΝ ΑΡΧΑΙΩΝ ΕΛΛΗΝΩΝ, ΑΡΙΣΤΟΤΕΛΗΣ "ΠΟΛΙΤΙΚΑ"

Maria Efthymiou: Why Did Byzantium Fall? From the West and the Germans to the Ottomans

ΠΛΩΤΙΝΟΣ "3η ΕΝΝΕΑΣ" Η ζωή μας και ο απόκρυφος ρόλος του Ηθοποιού που ενσαρκώνουμε.

ΑΡΙΣΤΟΤΕΛΗΣ! Πόλις - Πολιτεύματα - Οικονομία – Έλπη Φουσέκη Κυρίμη

Αριστοτέλους ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ, Βιβλίο Ε. Περί της δικαιοσύνης – Ευαγγελία Μαραγγιανού

Μ. Ευθυμίου: Η Τουρκία παρουσιάζει ευρηματικά τις ελληνικές αρχαιότητες της Μ. Ασίας ως τουρκικές

Έννοιες, Δημοκρατία και Πολιτική Ελευθερία | Γ. Κοντογιώργης

Αριστοτέλους, ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ, Βιβλίο Β. Οι ανθρώπινες αρετές – Ευαγγελία Μαραγγιανού

ΜΑΡΙΑ ΕΥΘΥΜΙΟΥ: ΚΕΝΤΡΙΚΑ ΣΗΜΕΙΑ ΤΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΥ ΕΛΛΗΝΙΣΜΟΥ 1º Μέρος

Ζεληλίδης κατά Μητσοτάκη για την ανατίναξη στο λιγνιτωρυχείο - Μας θέλει εξαρτημένους ενεργειακά

Α. Χατζηστεφάνου: Κοσμοϊστορικές αλλαγές στις ΗΠΑ και στη Μέση Ανατολή

Αριστοτέλους, ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ, Βιβλίο Α. Γενική εισαγωγή στο ζήτημα των Αρετών – Ευαγ. Μαραγγιανού

Ν. Κοσματόπουλος: Δεν είναι θεατρικό το ρήγμα Τραμπ-Νετανιάχου

ΤΑ ΤΡΙΑ ΜΕΡΗ ΤΗΣ ΨΥΧΗΣ ΚΑΙ ΤΑ ΤΡΙΑ ΣΥΜΠΑΝΤΑ (ΨΥΧΗ Νο 1)

