Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Ἦχος α΄ (Με υπότιτλους)
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον εὐλογητός εἶ Κύριε Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ· τὸν εὐιλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου· τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς· τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος· οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ· οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν, ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν· καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν. καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν. ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ· εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ· εὐλογητός εἶ Κύριε

Ave Maria (Schubert) | Marian Month Tribute | Boys Soprano & Countertenor

Agni Parthene Despoina

ΕΥΛΟΓΗΣΩ ΤΟΝ ΚΥΡΙΟΝ (Ψαλμός 33ος)

ΒOMBEΣ ΣΠΙΝΟΥ ΓΙΑ ΒΕΛΟΠΟΥΛΟ: Τα 3 εκατ.€, οι 500 εργαζόμενοι και ο ΤΡΟΜΟΣ για Σαμαρά - Καρυστιανού!!

Ἱκετήριος Κανών στὸν Κύριον ἡμῶν Ἱησοῦν Χριστὸν

My Golden Retriever Heals a Terrified Rescue Kitten in Just 3 Meetings!

The FORGOTTEN Prophecies Of Hildegard Von Bingen

Vocalist Reacts To Greek Byzantine Orthodox Chant - Agni Parthene

ΕΞΟΜΟΛΟΓΕΙΣΘΕ ΤΩ ΚΥΡΙΩ (Ψαλμός 135)

Greece Did Something So UNEXPECTED… Turkey Is Watching Very Closely

Famous Greek Sayings

Η ΠΑΡΑΚΛΗΣΗ ΣΤΗΝ ΠΑΝΑΓΙΑ ΚΑΒΑΡΝΟΣ ΝΙΚΟΔΗΜΟΣ

(Ψαλμοί) Του Αγίου Πνεύματος κ' για 40 μέρες, λύνονται όλα τα μάγια !!!

Α.Λατινοπούλου: Ήρωας ο Έλληνας που πλάκωσε στο ξύλο τους Αιγύπτιους που πήγαν να τον ληστέψουν

Mount Athos Healing Sounds — Press Play & Let the Sacred Chants Heal You in the Background

Ω Παναγία μου !

Mel Gibson The Ethiopian Bible Reveals a Side of Jesus Few People Know

Άγιο Όρος: "Τον Κύριον Υμνείτε" - Ψάλλουν Μοναχοί | Βυζαντινή Μουσική

Η ΖΩΗ ΕΝ ΤΑΦΩ, ΑΞΙΟΝ ΕΣΤΙ, ΑΙ ΓΕΝΕΑΙ ΠΑΣΑΙ - ΕΓΚΩΜΙΑ ΕΠΙΤΑΦΙΟΥ ΘΡΗΝΟΥ (+Στίχοι)

